3 John 1:1 Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ
3 John 1:2 Ἀγαπητέ περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν καθὼς εὐοδοῦταί σου ἡ ψυχή
3 John 1:3 ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς
3 John 1:4 μειζοτέραν τούτων οὐκ ἔχω χαράν ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα
3 John 1:5 Ἀγαπητέ πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους
3 John 1:6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ
3 John 1:7 ὑπὲρ γὰρ τοῦ Ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν
3 John 1:8 ἡμεῖς οὖν ὀφείλομεν ὑπολαμβάνειν τοὺς τοιούτους ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ
3 John 1:9 Ἔγραψά τι τῇ ἐκκλησίᾳ ἀλλ᾽ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς
3 John 1:10 διὰ τοῦτο ἐὰν ἔλθω ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει
3 John 1:11 Ἀγαπητέ μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν Θεόν
3 John 1:12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας καὶ ἡμεῖς δὲ μαρτυροῦμεν καὶ οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν
3 John 1:13 Πολλὰ εἶχον γράψαι σοι ἀλλ᾽ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράφειν
3 John 1:14 ἐλπίζω δὲ εὐθέως σε ἰδεῖν καὶ στόμα πρὸς στόμα λαλήσομεν
3 John 1:15 Εἰρήνη σοι Ἀσπάζονταί σε οἱ φίλοι Ἀσπάζου τοὺς φίλους κατ᾽ ὄνομα
3 John 64:64 40
